Translate

Sunday, May 15, 2016

Ευχή του Αγίου Νέστορος


(Διαβάζεται ἐν τῷ ἀποδείπνῳ καὶ εἰς πᾶσαν περίστασιν.)
(Ὑπὸ Ἰσιδώρας Μοναχῆς.)

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ δυνατὸς ἐν ἰσχύϊ καὶ ἐν ἐλέει ἀνείκαστος· ὁ τὴν ἰσχύν σου ταύτην φιλανθρώπως ἐν τοῖς Μάρτυσί σου θαυμαστώσας Ἀγαθὲ· ὁ ἐν Σταυρῷ πάθος ἑκούσιον δι᾿ ἡμᾶς καταδεξάμενος καὶ διὰ τοῦ τιμίου Σου καὶ ζωοποιοῦ Σταυροῦ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ αὐτεξουσίως συντρίψας ὡς Θεὸς ὁ τὸν Ἅγιον Μάρτυρά σου Νέστορα, τὸν διὰ τῆς σφραγῖδος τοῦ τιμίου Σοῦ Σταυροῦ χειρὶ τοῦ Μυριονίκου σου Ἀθλητοῦ Δημητρίου ὁπλισθέντα, ἐνδυναμώσας ἐν τῷ παλαίειν μετὰ τὸν ἰσχυροῦ καὶ μεγαλαύχου Λυαίου καὶ τοῦτον νικητὴν καὶ τροπαιοῦχον ἀναδείξας· ὁ τὰ αἵματα αὐτοῦ ὡς ὁλοκάρπωμα δεκτόν, τὴν δὲ τιμίαν αὐτοῦ κεφαλὴν ὡς ζῶσαν καὶ λογικὴν λατρείαν προσδεξάμενος ὁ τὸ μέγα σοῦ ἔλεος, πᾶσι τοῖς ἐπικαλουμένοις σὲ ἐν πίστει παρέχων καὶ τὰς αἰτήσεις πάντων φιλευσπλάγχνως ἐκπληρῶν. Αὐτὸς καὶ νῦν, Πανάγαθε Βασιλεῦ, ταῖς λιταῖς τῶν εὐκλεῶν σοῦ συνάθλων Νέστορος καὶ Δημητρίου δυσωπούμενος, ἔπιδε ἐφ’ ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σοῦ, τοὺς τιμῶντας τὴν αὐτῶν πανίερον μνήμην καὶ ὑμνοῦντας τὰ αὐτῶν θεία παλαίσματα. Καὶ δὸς ἡμῖν προθύμως καὶ ἐν ἀνδρείᾳ ἀθλεῖν ἐν τῷ τῆς πίστεως καλῷ ἀγῶνι. Εὐτόλμους ἡμᾶς ποίησον ἐν τῷ παλαίειν τὸν ἐχθρόν, τῇ δὲ δυνάμει τοῦ Τιμίου Σου Σταυροῦ συντρίβειν αὐτοῦ τὰς μηχανὰς ἀξίωσον. Νικητὰς δὲ τῆς τῶν παθῶν τυραννίδος γενέσθαι ἡμᾶς ἀξίωσον, ἵνα τῶν ἀφθάρτων στεφάνων τύχωμεν, εὐχαῖς τῶν ἐν ταῖς ἐντολαῖς σου ἡμᾶς χειραγούντων καὶ πάντων τῶν προαθλησάντων ἐν τῷ τῆς πίστεως καλῶ ἀγῶνι. Ὅπως σὺν αὐτοῖς Σὲ δοξολογῶμεν τὸν ἐν Ἁγίοις σὸν ἀεὶ ἐνδοξαζόμενον καὶ Σὲ προσκυνῶμεν τὸν ἐπὶ Θρόνου δόξης καθεζόμενον καὶ ὑπ᾿ Ἀγγέλων ἀσιγήτως δοξολογούμενον καὶ Σοι μόνῳ λατρεύωμεν τὸν ἐν τρισὶ προσώποις Ἕνα Θεὸν Ἀληθινόν, Πατέρα, Υἱόν τε καὶ Θεῖον Πνεῦμα, ὢ πρέπει πᾶσα δόξα καὶ μεγαλοπρέπεια, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΜΗΝ».